Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον

Τῇ ὑπερ­μάχῳ στρα­τηγῷ

Τῇ ὑπερ­μάχῷ στρα­τηγῷ τὰ νι­κη­τή­ρια, ὡς λυ­τρω­θεῖσα τῶν δεινῶν εὐχα­ρι­στή­ρια, ἀνα­γρά­φω σοι ἡ πόλις σου, Θε­ο­τό­κε· ἀλλ' ὡς ἔχουσα τὸ κρά­τος ἀπρο­σμά­χη­τον, ἐκ πα­ντοί­ων με κιν­δύ­νων ἐλευ­θέ­ρω­σον, ἵνα κράζω σοί·

Χαῖρε Νύμφη ἀνύμ­φευ­τε.

Στά­σις πρώτη

Α

γγε­λος πρω­το­στά­της, οὐρα­νό­θεν ἐπέμ­φθη, εἰπεῖν τῇ Θε­ο­τό­κω τὸ Χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σω­μα­τού­με­νόν σε θεωρῶν, Κύριε, ἐξί­στα­το καὶ ἵστατο, κραυ­γά­ζων πρὸς Αὐτὴν τοιαῦτα·

Χαῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμ­ψει, χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλεί­ψει. Χαῖρε, τοῦ πε­σό­ντος Ἀδάμ ἡ ἀνά­κλη­σις, χαῖρε, τῶν δα­κρύ­ων τῆς Εὔας ἡ λύ­τρω­σις. Χαῖρε, ὕψος δυ­σα­νά­βα­τον ἀθρω­πί­νοις λο­γι­σμοῖς, χαῖρε, βάθος δυ­σθε­ώ­ρη­τον καὶ ἀγγέ­λων ὀφθαλ­μοῖς. Χαῖρε, ὅτι ὑπάρ­χεις Βα­σι­λέ­ως κα­θέ­δρα, χαῖρε, ὅτι βα­στά­ζεις τὸν βα­στά­ζο­ντα πάντα. Χαῖρε, ἀστὴρ ἐμφαί­νων τὸν ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρ­κώ­σε­ως. Χαῖρε, δι' ἧς νε­ουρ­γεῖται ἡ κτί­σις, χαῖρε, δι' ἧς βρε­φουρ­γεῖται ὁ Κτί­στης.

Χαῖρε, Νύμφη ἀνύμ­φευ­τε.

Β

Βλέ­που­σα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρ­σα­λέ­ως· τὸ πα­ρά­δο­ξόν σου τῆς φωνῆς, δυ­σπα­ρά­δε­κτόν μου τῇ ψυχῇ φαί­νε­ται· ἀσπό­ρου γὰρ συλ­λή­ψε­ως, τὴν κύ­η­σιν πὼς λέ­γεις κρά­ζων· λλη­λού­ια.

Γ

Γνῶσιν ἄγνω­στον γνῶναι, ἡ Παρ­θέ­νος ζητοῦσα, ἐβόησε πρὸς τὸν λει­τουρ­γοῦντα· ἐκ λα­γό­νων ἁγνῶν, υἷον πῶς ἔσται τεχθῆναι δυ­να­τόν; λέξον μοι. Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυ­γά­ζων οὕτω·

Χαῖρε, βουλῆς ἀπορ­ρή­του μύ­στις, χαῖρε, σιγῆς δε­ο­μέ­νων πί­στις. Χαῖρε, τῶν θαυ­μά­των Χρι­στοῦ τὸ προ­οί­μιον, χαῖρε, τῶν δογ­μά­των αὐτοῦ τὸ κε­φά­λαιον. Χαῖρε, κλῖμαξ ἐπου­ρά­νιε, δι' ἧς κα­τέ­βη ὁ Θεός, χαῖρε, γέ­φυ­ρα με­τά­γου­σα ἀπὸ γῆς πρὸς οὐρανόν. Χαῖρε, τὸ τῶν Ἀγγέ­λων πο­λυ­θρύ­λη­τον θαῦμα, χαῖρε, τὸ τῶν δαι­μό­νων πο­λυ­θρή­νη­τον τραῦμα. Χαῖρε, τὸ φῶς ἀρρή­τως γεν­νή­σα­σα, χαῖρε, τὸ πῶς μη­δέ­να δι­δά­ξα­σα. Χαῖρε, σοφῶν ὑπερ­βαί­νου­σα γνῶσιν, Χαῖρε, πιστῶν κα­ταυ­γά­ζου­σα φρέ­νας.

Χαῖρε, Νύμφη Ἀνύμ­φευ­τε.

Δ

Δύνα­μις τοῦ Ὑψί­στου, ἐπε­σκί­α­σε τότε, πρὸς σύλ­λη­ψιν τῇ Ἀπει­ρο­γά­μω· καὶ τὴν εὔκαρ­πον ταύ­της νηδύν, ὡς ἀγρὸν ὑπέ­δει­ξεν ἡδὺν ἅπασι, τοῖς θέ­λου­σι θε­ρί­ζειν σω­τη­ρί­αν, ἐν τῷ ψάλ­λειν οὕτως· λλη­λού­ια.

Ε

χουσα θε­ο­δό­χον, ἡ Παρ­θέ­νος τὴν μή­τραν, ἀνέ­δρα­με πρὸς τὴν Ἐλι­σά­βετ. Τὸ δὲ βρέ­φος ἐκεί­νης εὐθὺς ἐπι­γνόν, τὸν ταύ­της ἀσπασμὸν ἔχαιρε, καὶ ἅλμα­σιν ὡς ἄσμα­σιν, ἐβόα πρὸς τὴν Θε­ο­τό­κον·

Χαῖρε, βλα­στοῦ ἀμά­ρα­ντου κλῆμα, χαῖρε, καρποῦ ἀκή­ρα­του κτῆμα. Χαῖρε, γεωργὸν γε­ωρ­γοῦσα φι­λάν­θρω­πον, χαῖρε, φυ­τουργὸν τῆς ζωῆς ἠμῶν φύ­ου­σα. Χαῖρε, ἄρουρα βλα­στά­νου­σα εὐφο­ρί­αν οἰκτιρμῶν, χαῖρε, τρά­πε­ζα βα­στά­ζου­σα εὐθη­νί­αν ἱλασμῶν. Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀνα­θάλ­λεις, χαῖρε, ὅτι λι­μέ­να τῶν ψυχῶν ἑτοι­μά­ζεις. Χαῖρε, δεκτὸν πρε­σβεί­ας θυ­μί­α­μα, χαῖρε, πα­ντός τοῦ κό­σμου ἐξί­λα­σμα. Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία, χαῖρε, θνητῶν πρὸς Θεὸν παρ­ρη­σία.

Χαῖρε, Νύμφη ἀνύμ­φευ­τε.

Ζ

Ζάλην ἔνδο­θεν ἔχων, λο­γι­σμῶν ἀμφι­βό­λων, ὁ σώ­φρων Ἰωσὴφ ἐτα­ρά­χθη· πρὸς τὴν ἄγαμόν σὲ θεωρῶν, καὶ κλε­ψί­γα­μον ὑπονοῶν Ἄμεμ­πτε· μαθὼν δέ σου τὴν σύλ­λη­ψιν, ἐκ Πνεύ­μα­τος Ἁγίου, ἔφη· λλη­λού­ια.

Στά­σις δευ­τέ­ρα

Η

κου­σαν oἱ ποι­μέ­νες, τῶν Ἀγγέ­λων ὑμνού­ντων, τὴν ἔνσαρ­κον Χρι­στοῦ πα­ρου­σί­αν· καὶ δρα­μό­ντες ὡς πρὸς ποι­μέ­να, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν γαστρὶ τῆς Μα­ρί­ας βο­σκη­θέ­ντα, ἥν ὑμνοῦντες εἶπον·

Χαῖρε, Ἀμνοῦ καὶ Ποι­μέ­νος Μῆτερ, χαῖρε, αὐλὴ λογικῶν προ­βά­των. Χαῖρε, ἀορά­των ἐχθρῶν ἀμυ­ντή­ριον, χαῖρε, Πα­ρα­δεί­σου θυρῶν ἀνοι­κτή­ριον. Χαῖρε, ὅτι τὰ οὐράνια συ­να­γάλ­λε­ται τῇ γῇ, χαῖρε, ὅτι τὰ ἐπί­γεια συγ­χο­ρεύ­ει οὐρανοῖς. Χαῖρε, τῶν Ἀπο­στό­λων τὸ ἀσί­γη­τον στόμα, χαῖρε, τῶν Ἀθλο­φό­ρων τὸ ἀνί­κη­τον θάρ­σος. Χαῖρε, στερρὸν τῆς πί­στε­ως ἔρει­σμα, χαῖρε, λαμπρὸν τῆς Χά­ρι­τος γνώ­ρι­σμα. Χαῖρε, δι' ἧς ἐγυ­μνώ­θη ὁ Ἅδης, χαῖρε, δι' ἧς ἐνε­δύ­θη­μεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμ­φευ­τε.

Θ

Θεο­δρό­μον ἀστέρα, θε­ω­ρή­σα­ντες Μάγοι, τῇ τού­του ἠκο­λού­θη­σαν αἴγλῃ· καὶ ὡς λύ­χνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύ­νων κρα­ταιὸν Ἄνακτα, καὶ φθά­σα­ντες τὸν ἄφθα­στον, ἐχά­ρη­σαν αὐτῷ βοῶντες· λλη­λού­ια.

Ι

δον παῖδες Χαλ­δαί­ων, ἐν χερσὶ τῆς Παρ­θέ­νου, τὸν πλά­σα­ντα χειρὶ τοὺς ἀνθρώ­πους· καὶ Δε­σπό­την νοοῦντες αὐτόν, εἰ καὶ δού­λου μορφὴν ἔλαβεν, ἔσπευ­σαν τοῖς δώ­ροις θε­ρα­πεῦσαι, καὶ βοῆσαι τῇ Εὐλο­γη­μένῃ·

Χαῖρε, ἀστέ­ρος ἀδύτου Μήτηρ, χαῖρε, αὐγὴ μυ­στικῆς ἡμέρας. Χαῖρε, τῆς ἀπάτης τὴν κά­μι­νον σβέ­σα­σα, χαῖρε, τῆς Τριά­δος τοὺς μύ­στας φω­τί­ζου­σα. Χαῖρε, τύ­ραν­νον ἀπάν­θρω­πον ἐκβαλοῦσα τῆς ἀρχῆς, χαῖρε, Κύ­ριον φι­λάν­θρω­πον ἐπι­δεί­ξα­σα Χρι­στόν. Χαῖρε, ἡ τῆς βαρ­βά­ρου λυ­τρου­μέ­νη θρη­σκεί­ας, χαῖρε, ἢ τοῦ βορ­βό­ρου ρυο­μέ­νη τῶν ἔργων. Χαῖρε πυρὸς προ­σκύ­νη­σιν παύ­σα­σα, χαῖρε, φλογὸς παθῶν ἀπαλ­λάτ­του­σα. Χαῖρε, πιστῶν ὁδηγὲ σω­φρο­σύ­νης, χαῖρε, πασῶν γενεῶν εὐφρο­σύ­νη.

Χαῖρε, Νύμφη ἀνύμ­φευ­τε.

Κ

Κήρυ­κες θε­ο­φό­ροι, γε­γο­νό­τες οἱ Μάγοι, ὑπέ­στρε­ψαν εἰς τὴν Βαβυλῶνα, ἐκτε­λέ­σα­ντές σου τὸν χρη­σμόν, καὶ κη­ρύ­ξα­ντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέ­ντες τὸν Ἡρώδην ὡς λη­ρώ­δη, μὴ εἰδότα ψάλ­λειν· λλη­λού­ια.

Λ

Λάμψας ἐν τῇ Αἰγύπτῳ, φω­τι­σμὸν ἀλη­θεί­ας ἐδί­ω­ξας, τοῦ ψεύ­δους τὸ σκό­τος· τὰ γὰρ εἴδωλα ταύ­της Σωτήρ, μὴ ἐνέ­γκα­ντά σου τὴν ἰσχὺν πέ­πτω­κεν, οἱ τού­των δὲ ρυ­σθέ­ντες, ἐβόων πρὸς τὴν Θε­ο­τό­κον·

Χαῖρε, ἀνόρ­θω­σις τῶν ἀνθρώ­πων, χαῖρε, κα­τά­πτω­σις τῶν δαι­μό­νων. Χαῖρε, τὴν ἀπάτης τὴν πλά­νην πα­τή­σα­σα, χαῖρε, τῶν εἰδώλων τὴν δόξαν ἐλεγ­ξα­σα. Χαῖρε, θά­λασ­σα πο­ντί­σα­σα Φαραὼ τὸν νοη­τόν, χαῖρε, πέτρα ἡ πο­τί­σα­σα τοὺς διψῶντας τὴν ζωὴν. Χαῖρε, πύ­ρι­νε στῦλε ὁδηγῶν τοὺς ἐν σκό­τει, χαῖρε, σκέπη τοῦ κό­σμου πλα­τυ­τέ­ρα νε­φέ­λης. Χαῖρε, τροφὴ τοῦ μάνα διά­δο­χε, χαῖρε, τρυφῆς ἁγίας διά­κο­νε. Χαῖρε, ἡ γῆ τῆς ἐπαγ­γε­λί­ας, χαῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμ­φευ­τε.

Μ

Μέλ­λο­ντος Συμεῶνος, τοῦ πα­ρό­ντος αἰῶνος, με­θί­στα­σθαι τοῦ ἀπατεῶνος, ἐπε­δό­θης ὡς βρέ­φος αὐτῷ, ἀλλ' ἐγνώ­σθης τούτω καὶ Θεὸς τέ­λειος· διό­περ ἐξε­πλά­γη σου τὴν ἄρρη­τον σο­φί­αν, κρά­ζων· λλη­λού­ια.

Στά­σις τρίτη

Ν

Νέαν ἔδειξε κτί­σιν, ἐμφα­νί­σας ὁ Κτί­στης, ἡμῖν τοῖς ὑπ' αὐτοῦ γε­νο­μέ­νοις· ἐξ ἀσπό­ρου βλα­στή­σας γα­στρός, καὶ φυ­λά­ξας ταύ­την, ὥσπερ ἦν ἄφθο­ρον, ἵνα τὸ θαῦμα βλέ­πο­ντες, ὑμνή­σω­μεν αὐτὴν βοῶντες·

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρ­σί­ας, χαῖρε, τὸ στέ­φος τῆς ἐγκρα­τεί­ας. Χαῖρε, ἀνα­στά­σε­ως τύπον ἐκλά­μπου­σα, χαῖρε, τῶν Ἀγγέ­λων τὸν βίον ἐμφαί­νου­σα. Χαῖρε, δέν­δρον ἀγλα­ό­καρ­πον, ἐξ οὗ τρέ­φο­νται πι­στοί, χαῖρε, ξύλον εὐσκιό­φυλ­λον, ὑφ' οὗ σκέ­πο­νται πολ­λοί. Χαῖρε, κυο­φο­ροῦσα ὁδηγὸν πλα­νω­μέ­νοις, χαῖρε, ἀπο­γεννῶσα λυ­τρωτὴν αἰχμα­λώ­τοις. Χαῖρε, Κριτοῦ δι­καί­ου δυ­σώ­πη­σις, χαῖρε, πολλῶν πταιό­ντων συγ­χώ­ρη­σις. Χαῖρε, στολὴ τῶν γυμνῶν παρ­ρη­σί­ας, χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμ­φευ­τε.

Ξ

Ξένον τόκον ἰδό­ντες, ξενωθῶμεν τοῦ κό­σμου, τὸν νοῦν εἰς οὐρανὸν με­τα­θέ­ντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη τα­πεινὸς ἄνθρω­πος· βου­λό­με­νος ἑλκύ­σαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βο­ώ­ντας· λλη­λού­ια.

Ο

λως ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπε­ρί­γρα­πτος Λόγος· συ­γκα­τά­βα­σις γὰρ θεϊκή, οὐ με­τά­βα­σις τοπικὴ γέ­γο­νε, καὶ τόκος ἐκ Παρ­θέ­νου θε­ο­λή­πτου, ἀκουού­σης ταῦτα·

Χαῖρε, Θεοῦ ἀχω­ρή­του χώρα, χαῖρε, σεπτοῦ μυ­στη­ρί­ου θύρα. Χαῖρε, τῶν ἀπί­στων ἀμφί­βο­λον ἄκου­σμα, χαῖρε, τῶν πιστῶν ἀναμ­φί­βο­λον καύ­χη­μα. Χαῖρε, ὄχημα πα­νά­γιον τοῦ ἐπὶ τῶν Χε­ρου­βείμ, χαῖρε, οἴκημα πα­νά­ρι­στον τοῦ ἐπὶ τῶν Σε­ρα­φείμ. Χαῖρε, ἡ τἀνα­ντία εἰς ταὐτὸ ἀγαγοῦσα, χαῖρε, ἡ παρ­θε­νί­αν καὶ λο­χεί­αν ζευγνῦσα. Χαῖρε, δι' ἧς ἐλύθη πα­ρά­βα­σις, χαῖρε, δι' ἧς ἠνοί­χθη πα­ρά­δει­σος. Χαῖρε, ἡ κλεὶς τῆς Χρι­στοῦ βα­σι­λεί­ας, χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμ­φευ­τε.

Π

Πᾶσα φύσις Ἀγγέ­λων, κα­τε­πλά­γη τὸ μέγα, τῆς σῆς ἐναν­θρω­πή­σε­ως ἔργον· τὸν ἀπρό­σι­τον γὰρ ὡς Θεόν, ἐθε­ώ­ρει πᾶσι προ­σιτὸν ἄνθρω­πον, ἡμῖν μὲν συν­διά­γο­ντα, ἀκού­ο­ντα δὲ παρὰ πά­ντων οὕτως· λλη­λού­ια.

Ρ

Ρήτο­ρας πο­λυ­φθόγ­γους, ὡς ἰχθύας ἀφώ­νους, ὁρῶμεν ἐπὶ σοὶ Θε­ο­τό­κε· ἀποροῦσι γὰρ λέ­γειν, τὸ πῶς καὶ Παρ­θέ­νος μέ­νεις, καὶ τεκεῖν ἴσχυ­σας· ἡμεῖς δὲ τὸ μυ­στή­ριο ν θαυ­μά­ζο­ντες, πιστῶς βοῶμεν·

Χαῖρε, σο­φί­ας Θεοῦ δοχεῖον, χαῖρε, προ­νοί­ας αὐτοῦ ταμεῖον. Χαῖρε, φι­λο­σό­φους ἀσό­φους δει­κνύ­ου­σα, χαῖρε, τε­χνο­λό­γους ἀλό­γους ἐλέγ­χου­σα. Χαῖρε, ὅτὶ ἐμω­ράν­θη­σαν οἱ δεινοὶ συ­ζη­τη­ταί, χαῖρε, ὅτι ἐμα­ράν­θη­σαν οἱ τῶν μύθων ποι­η­ταί. Χαῖρε, τῶν Ἀθη­ναί­ων τὰς πλοκὰς διασπῶσα, χαῖρε, τῶν ἁλιέων τὰς σα­γή­νας πληροῦσα. Χαῖρε, βυθοῦ ἀγνοί­ας ἐξέλ­κου­σα, χαῖρε, πολλοὺς ἐν γνώ­σει φω­τί­ζου­σα. Χαῖρε, ὁλκὰς τῶν θε­λό­ντων σωθῆναι, χαῖρε, λιμὴν τῶν τοῦ βίου πλω­τή­ρων.

Χαῖρε, Νύμφη ἀνύμ­φευ­τε.

Σ

Σῶσαι θέλων τὸν κό­σμον, ὁ τῶν ὅλων κο­σμή­τωρ, πρὸς τοῦτον αὐτε­πάγ­γελ­τος ἦλθε· καὶ ποιμὴν ὑπάρ­χων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρω­πος· ὁμοίῳ γὰρ τὸ ὅμοιον κα­λέ­σας, ὡς Θεὸς ἀκούει· λλη­λού­ια.

Στά­σις τε­τάρ­τη

Τ

Τεῖχος εἶ τῶν παρ­θέ­νων, Θε­ο­τό­κε Παρ­θέ­νε, καὶ πά­ντων τῶν εἰς σὲ προ­στρε­χό­ντων. Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κα­τε­σκεύ­α­σέ σε ποι­η­τής, Ἄχρα­ντε, οἰκήσας ἐν τῇ μήτρα σου, καὶ πά­ντας σοι προ­σφω­νεῖν δι­δά­ξας·

Χαῖρε, ἡ στήλη τῆς παρ­θε­νί­ας, χαῖρε, ἡ πύλη τῆς σω­τή­ριας. Χαῖρε, ἀρχηγὲ νοητῆς ἀνα­πλά­σε­ως, χαῖρε, χορηγὲ θεϊκῆς ἀγα­θό­τη­τος. Χαῖρε, σὺ γὰρ ἀνε­γέν­νη­σας τοὺς συλ­λη­φθέ­ντας αἰσχρῶς, χαῖρε, σὺ γὰρ ἐνου­θέ­τη­σας τοὺς συ­λη­θέ­ντας τὸν νοῦν. Χαῖρε, ἡ τὸν φθο­ρέα τῶν φρενῶν κα­ταρ­γοῦσα, χαῖρε, ἡ τὸν σπο­ρέα τῆς ἁγνεί­ας τεκοῦσα. Χαῖρε, πα­στάς ἀσπό­ρου νυμ­φεύ­σε­ως, χαῖρε, πιστοὺς Κυρίῳ ἁρμό­ζου­σα. Χαῖρε, καλὴ κου­ρο­τρό­φε παρ­θέ­νων, χαῖρε, ψυχῶν νυμ­φο­στό­λε ἁγίων.

Χαῖρε, Νύμφη ἀνύμ­φευ­τε.

Υ

μνος ἅπας ἡττᾶται, συ­νε­κτεί­νε­σθαι σπεύ­δων, τῷ πλή­θει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσα­ρίθ­μους γὰρ τῇ ψάμμῳ ὠδάς, ἂν προ­σφέ­ρω­μέν σοι, Βα­σι­λεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέ­δω­κας ἡμῖν τοῖς σοὶ βοῶσιν· λλη­λού­ια.

Φ

Φωτο­δό­χον λα­μπά­δα, τοῖς ἐν σκό­τει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρ­θέ­νον· τὸ γὰρ ἄυλον ἅπτου­σα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπα­ντας, αὐγῇ τὸν νοῦν φω­τί­ζου­σα, κραυγῇ δὲ τι­μω­μέ­νη ταῦτα·

Χαῖρε, ἀκτὶς νοητοῦ ἡλίου, χαῖρε, βολὶς τοῦ ἀδύτου φέγ­γους. Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς κα­τα­λά­μπου­σα, χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς κα­τα­πλήτ­του­σα. Χαῖρε, ὅτι τὸν πο­λύ­φω­τον ἀνα­τέλ­λεις φω­τι­σμόν, Χαῖρε, ὅτι τὸν πο­λύρ­ρυ­τον ἀνα­βλύ­ζεις πο­τα­μόν. Χαῖρε, τῆς κο­λυμ­βή­θρας ζω­γρα­φοῦσα τὸν τύπον, χαῖρε, τῆς ἁμαρ­τί­ας ἀναιροῦσα τὸν ρύπον. Χαῖρε, λουτὴρ ἔκπλυ­νων συ­νεί­δη­σιν, χαῖρε, κρατὴρ κιρνῶν ἀγαλ­λί­α­σιν. Χαῖρε, ὀσμὴ τῆς Χρι­στοῦ εὐωδίας, χαῖρε, ζωὴ μυ­στικῆς εὐωχίας.

Χαῖρε, Νύμφη ἀνύμ­φευ­τε.

Χ

Χάριν δοῦναι θε­λή­σας, ὀφλη­μά­των ἀρχαί­ων, ὁ πά­ντων χρε­ω­λύ­της ἀνθρώ­πων, ἐπε­δή­μη­σε δι’ἑαυτοῦ, πρὸς τοὺς ἀπο­δή­μους τῆς αὐτοῦ Χά­ρι­τος· καὶ σχί­σας τὸ χει­ρό­γρα­φον, ἀκούει παρὰ πά­ντων οὕτως· λλη­λού­ια.

Ψ

Ψάλ­λο­ντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πά­ντες, ὡς ἔμψυ­χον ναόν, Θε­ο­τό­κε. Ἐν τῇ σῇ γὰρ οὶκήσας γα­στρί, ὁ συ­νέ­χων πάντα τῇ χειρὶ Κύ­ριος, ἡγί­α­σεν, ἐδό­ξα­σεν, ἐδί­δα­ξε βοᾶν σοὶ πά­ντας·

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου, χαῖρε, Ἁγία ἁγίων μεί­ζων. Χαῖρε, κιβωτὲ χρυ­σω­θεῖσα τῷ Πνεύ­μα­τι, χαῖρε, θη­σαυρὲ τῆς ζωῆς ἀδα­πά­νη­τε. Χαῖρε, τί­μιον διά­δη­μα βα­σι­λέ­ων εὐσεβῶν, χαῖρε, καύ­χη­μα σε­βά­σμιον ἱερέων εὐλαβῶν. Χαῖρε, τῆς Ἐκκλη­σί­ας ὁ ἀσά­λευ­τος πύρ­γος, χαῖρε, τῆς Βα­σι­λεί­ας τὸ ἀπόρ­θη­τον τεῖχος. Χαῖρε, δι' ἧς ἐγεί­ρο­νται τρό­παια, χαῖρε, δι' ἧς ἐχθροὶ κα­τα­πί­πτου­σι. Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θε­ρα­πεία, χαῖρε, ψυχῆς τῆς ἐμῆς σω­τη­ρία.

Χαῖρε, Νύμφη ἀνύμ­φευ­τε.

Ω

πα­νύ­μνη­τε Μῆτερ, ἡ τεκοῦσα τὸν πά­ντων ἁγίων, ἁγιώ­τα­τον Λόγον· δε­ξα­μέ­νη γὰρ τὴν νῦν προ­σφο­ράν, ἀπὸ πάσης ρῦσαι συμ­φορᾶς ἅπα­ντας, καὶ τῆς μελ­λού­σης λύ­τρω­σαι κο­λά­σε­ως, τοὺς σοὶ βοῶντας· λλη­λού­ια.

Εὐχὴ εἰς τὴν Ὑπε­ρα­γί­αν Θε­ο­τό­κον
(Ποί­η­μα Παύ­λου Μο­να­χοῦ Μονῆς τῆς Εὐερ­γέ­τι­δος)

Ἄσπιλε, ἀμό­λυ­ντε, ἄφθορε, ἄχρα­ντε, ἁγνὴ Παρ­θέ­νε, Θε­ό­νυμ­φε Δέ­σποι­να, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώ­ποις, τῇ πα­ρα­δόξῳ σου κυ­ή­σει, ἑνώ­σα­σα, καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γέ­νους ἡμῶν τοῖς οὐρα­νί­οις συ­νά­ψα­σα, ἡ τῶν ἀπηλ­πι­σμέ­νων μόνη ἐλπίς, καὶ τῶν πο­λε­μου­μέ­νων βο­ή­θεια, ἡ ἑτοίμη ἀντί­λη­ψις τῶν εἰς σὲ προ­στρε­χό­ντων, καὶ πά­ντων τῶν Χρι­στιανῶν τὸ κα­τα­φύ­γιον, μὴ βδε­λύξῃ με τὸν ἁμαρ­τω­λόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λο­γι­σμοῖς καὶ λό­γοις καὶ πρά­ξε­σιν ὅλον ἐμαυτὸν ἀχρειώ­σα­ντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥᾳθυμίᾳ γνώ­μης, δοῦλον γε­νό­με­νον. Ἀλλ᾿ ὡς τοῦ φι­λαν­θρώ­που Θεοῦ Μήτηρ, φι­λαν­θρώ­πως σπλαγ­χνί­σθη­τι ἐπ᾿ ἐμοὶ τῷ ἁμαρ­τωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χει­λέ­ων προ­σφε­ρο­μέ­νην σοι δέ­η­σιν, καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δε­σπό­την καὶ Κύ­ριον, τῇ μη­τρικῇ σου παῤῥησίᾳ χρω­μέ­νη, δυ­σώ­πη­σον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φι­λάν­θρω­πα σπλάγ­χνα τῆς αὑτοῦ ἀγα­θό­τη­τος, καί, πα­ρι­δών μου τὰ ἀνα­ρίθ­μη­τα πταί­σμα­τα, ἐπι­στρέψῃ με πρὸς με­τά­νοιαν, καὶ τῶν αὑτοῦ ἐντολῶν ἐργά­την δό­κι­μον ἀνα­δείξῃ με. Καὶ πά­ρε­σό μοι ἀεὶ ὡς ἐλε­ή­μων, καὶ συ­μπα­θής, καὶ φι­λά­γα­θος, ἐν μὲν τῷ πα­ρό­ντι βίῳ, θερμὴ προ­στά­τις καὶ βοη­θός, τὰς τῶν ἐνα­ντί­ων ἐφό­δους ἀπο­τει­χί­ζου­σα, καὶ πρὸς σω­τη­ρί­αν κα­θο­δη­γοῦσά με, καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν πε­ριέ­που­σα, καὶ τὰς σκο­τεινὰς ὄψεις τῶν πονηρῶν δαι­μό­νων πόῤῥω αὐτῆς ἀπε­λαύ­νου­σα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρί­σε­ως, τῆς αἰωνίου με ῥυο­μέ­νη κο­λά­σε­ως, καὶ τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κλη­ρο­νό­μον με ἀπο­δει­κνύ­ου­σα. Ἧς καὶ τύ­χοι­μι, Δέ­σποι­νά μου, ὑπε­ρα­γία Θε­ο­τό­κε, διὰ τῆς σῆς με­σι­τεί­ας καὶ ἀντι­λή­ψε­ως· χά­ρι­τι καὶ φι­λαν­θρω­πίᾳ, τοῦ μο­νο­γε­νοῦς σου Υἱοῦ, τοῦ Κυ­ρί­ου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι­στοῦ. ᾯ πρέ­πει πᾶσα δόξα, τιμὴ καὶ προ­σκύ­νη­σις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ πα­να­γίῳ καὶ ἀγαθῷ καὶ ζω­ο­ποιῷ αὐτοῦ Πνεύ­μα­τι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἑτέρα εἰς τὸν Κύ­ριον ἡμῶν Ἰησοῦν Χρι­στόν
(Ποί­η­μα Ἀντιό­χου μο­να­χοῦ τοῦ Παν­δέ­κτου)

Καὶ δὸς ἡμῖν, Δέ­σπο­τα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνά­παυ­σιν σώ­μα­τος καὶ ψυχῆς· καὶ δια­φύ­λα­ξον ἡμᾶς ἀπὸ τοῦ ζο­φε­ροῦ ὕπνου τῆς ἁμαρ­τί­ας, καὶ ἀπὸ πάσης σκο­τεινῆς καὶ νυ­κτε­ρινῆς ἡδυ­πα­θεί­ας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέ­σον τὰ πε­πυ­ρω­μέ­να βέλη τοῦ πο­νη­ροῦ, τὰ καθ᾿ ἡμῶν δο­λί­ως κι­νού­με­να· τὰς τῆς σαρκὸς ἡμῶν ἐπα­να­στά­σεις κα­τά­στει­λον, καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρό­νη­μα κοί­μη­σον. Καὶ δώ­ρη­σαι ἡμῖν, ὁ Θεός, γρή­γο­ρον νοῦν, σώ­φρο­να λο­γι­σμόν, καρ­δί­αν νή­φου­σαν, ὕπνον ἐλα­φρόν, καὶ πάσης σα­τα­νικῆς φα­ντα­σί­ας ἀπηλ­λαγ­μέ­νον. Δια­νά­στη­σον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προ­σευχῆς, ἐστη­ριγ­μέ­νους ἐν ταῖς ἐντολαῖς σου, καὶ τὴν μνή­μην τῶν σῶν κρι­μά­των ἐν ἑαυτοῖς ἀπα­ρά­θραυ­στον ἔχο­ντας. Παν­νύ­χιον ἡμῖν τὴν σὴν δο­ξο­λο­γί­αν χά­ρι­σαι εἰς τὸ ὑμνεῖν, καὶ εὐλογεῖν, καὶ δο­ξά­ζειν τὸ πά­ντι­μον καὶ με­γα­λο­πρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύ­μα­τος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.